ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ  
 1
 1 Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ * εσχατου ¦ εσχατων TRἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ,  2 ὃν ἔθηκε κληρονόμον πάντων, δι᾽ οὗ καὶ † τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας CTτοὺς αἰῶνας ἐποίησεν,  3 ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως ‡ αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ NA TH WH 5.1% ¦ δι᾽ αὑτοῦ SBL 0.3%αὐτοῦ, δι᾽ ἑαυτοῦ καθαρισμὸν § ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος CTποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,  4 τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ᾽ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. 
 5 Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων, 
Υἱός μου εἶ σύ, 
ἐγὼ σήμερον γεγέννηκά σε; 
Καὶ πάλιν, 
Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, 
καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; 
 6 Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει, 
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. 
 7 Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει, 
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, 
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 
 8 πρὸς δὲ τὸν υἱόν, 
Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ * αιωνος ¦ αιωνος και CTαἰῶνος· 
† ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος CT 1.4%ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας ‡ σου ¦ αυτου WHσου. 
 9 Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· 
διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, 
ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. 
 10 Καί, 
Σὺ κατ᾽ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, 
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 
 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· 
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 
 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις § αυτους 98.8% ¦ αυτους ως ιματιον NA SBL WH 1.2%αὐτούς, 
καὶ ἀλλαγήσονται· 
σὺ δὲ ὁ αὐτὸς εἶ, 
καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. 
 13 Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε, 
Κάθου ἐκ δεξιῶν μου, 
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 
 14 Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; 
*1:1 εσχατου ¦ εσχατων TR
†1:2 τους αιωνας εποιησεν ¦ εποιησε τους αιωνας CT
‡1:3 αὐτοῦ δι᾽ ἑαυτοῦ 89.2% ¦ αὐτοῦ NA TH WH 5.1% ¦ δι᾽ αὑτοῦ SBL 0.3%
§1:3 ποιησαμενος των αμαρτιων ημων ¦ των αμαρτιων ποιησαμενος CT
*1:8 αιωνος ¦ αιωνος και CT
†1:8 ραβδος ευθυτητος η 97.8% ¦ η ραβδος της ευθυτητος CT 1.4%
‡1:8 σου ¦ αυτου WH
§1:12 αυτους 98.8% ¦ αυτους ως ιματιον NA SBL WH 1.2%