6
 1 Τολμᾷ τις ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων;  2  * ουκ ¦ η ουκ CTΟὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων;  3 Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; Μήτι γε βιωτικά;  4 Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ, τούτους καθίζετε.  5 Πρὸς ἐντροπὴν ὑμῖν λέγω. Οὕτως οὐκ † ενι ¦ εστιν TRἔνι ἐν ὑμῖν ‡ σοφος ουδε εις ¦ ουδεις σοφος CTσοφὸς οὐδὲ εἷς, ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ,  6  § αλλα ¦ αλλ NA28ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων;  7 Ἤδη μὲν οὖν ὅλως ἥττημα * υμιν ¦ εν υμιν TRὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ᾽ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε;  8  † αλλα ¦ αλλ NA28 PCKἈλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ‡ ταυτα ¦ τουτο CTταῦτα ἀδελφούς. 
 9 Ἢ οὐκ οἴδατε ὅτι ἄδικοι § βασιλειαν θεου ¦ θεου βασιλειαν CTβασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται,  10 οὔτε * πλεονεκται ουτε κλεπται ουτε ¦ κλεπται ουτε πλεονεκται ουτε TR ¦ κλεπται ουτε πλεονεκται ου CTπλεονέκται, οὔτε κλέπται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ † ου 82.1% ¦ — CT 14.3%οὐ κληρονομήσουσι.  11 Καὶ ταῦτά τινες ἦτε· ‡ αλλα ¦ αλλ NA28ἀλλὰ ἀπελούσασθε, § αλλα ¦ αλλ NA28 PCKἀλλὰ ἡγιάσθητε, * αλλ ¦ αλλα ANT NA27 SBL TH WHἀλλ᾽ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου † ιησου ¦ ιησου χριστου NA ¦ ημων ιησου χριστου TH WHἸησοῦ, καὶ ἐν τῷ πνεύματι τοῦ Θεοῦ ἡμῶν. 
 12 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.  13 Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι·  14 ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.  15 Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; Μὴ γένοιτο.  16  ‡ ουκ ¦ η ουκ ANT BYZ CT PCK TRΟὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν.  17 Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι.  18 Φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.  19 Ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Καὶ οὐκ ἐστὲ ἑαυτῶν,  20 ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, § και εν τω πνευματι υμων ατινα εστι του θεου 93.4% ¦ — CT 3.8%καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ. 
*6:2 ουκ ¦ η ουκ CT
†6:5 ενι ¦ εστιν TR
‡6:5 σοφος ουδε εις ¦ ουδεις σοφος CT
§6:6 αλλα ¦ αλλ NA28
*6:7 υμιν ¦ εν υμιν TR
†6:8 αλλα ¦ αλλ NA28 PCK
‡6:8 ταυτα ¦ τουτο CT
§6:9 βασιλειαν θεου ¦ θεου βασιλειαν CT
*6:10 πλεονεκται ουτε κλεπται ουτε ¦ κλεπται ουτε πλεονεκται ουτε TR ¦ κλεπται ουτε πλεονεκται ου CT
†6:10 ου 82.1% ¦ — CT 14.3%
‡6:11 αλλα ¦ αλλ NA28
§6:11 αλλα ¦ αλλ NA28 PCK
*6:11 αλλ ¦ αλλα ANT NA27 SBL TH WH
†6:11 ιησου ¦ ιησου χριστου NA ¦ ημων ιησου χριστου TH WH
‡6:16 ουκ ¦ η ουκ ANT BYZ CT PCK TR
§6:20 και εν τω πνευματι υμων ατινα εστι του θεου 93.4% ¦ — CT 3.8%