10
 1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις 
*ἡ πρὸς τὸν Θεὸν ὑπὲρ 
†τοῦ Ἰσραήλ 
‡ἐστιν εἰς σωτηρίαν.  
2 Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.  
3 Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν 
§δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.  
4 Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 
  5  *Μωϋσῆς γὰρ γράφει 
†τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας 
‡αὐτὰ ἄνθρωπος ζήσεται ἐν 
§αὐτοῖς.  
6 Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν;—τοῦτ᾽ ἔστι Χριστὸν καταγαγεῖν—  
7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον;—τοῦτ᾽ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.  
8 Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν·  
9 ὅτι ἐὰν ὁμολογήσῃς 
*ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·  
10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.  
11 Λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.  
12 Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.  
13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 
  14 Πῶς οὖν 
†ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ 
‡πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ 
§ἀκούσουσι χωρὶς κηρύσσοντος;  
15 Πῶς δὲ 
*κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; 
†Καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες 
‡τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων 
§τὰ ἀγαθά.  
16 Ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ. Ἠσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;  
17 Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος 
*Θεοῦ. 
  18 Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦνγε· 
   
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, 
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. 
   
 19 Ἀλλὰ λέγω, μὴ 
†οὐκ ἔγνω Ἰσραήλ; Πρῶτος 
‡Μωϋσῆς λέγει, 
    
Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει, 
§ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 
    
 20 Ἠσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, 
   
Εὑρέθην 
*τοῖς ἐμὲ μὴ ζητοῦσιν, 
ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. 
   
 21 Πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.