3
 1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρίμα * ληψομεθα ¦ λημψομεθα CTληψόμεθα.  2 Πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, † δυνατος ¦ δυναμενος PCKδυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.  3  ‡ ιδε ¦ ιδου TR ¦ ει δε CTἼδε, τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν § προς 95.5% ¦ εις CT 2.4%πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.  4 Ἰδού, καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα, καὶ ὑπὸ * σκληρων ανεμων ¦ ανεμων σκληρων ECM* NA PCK SBL TH WHσκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου † αν ¦ — CTἂν ἡ ὁρμὴ τοῦ ‡ ευθυνοντος ¦ ιθυνοντος PCKεὐθύνοντος § βουληται ¦ βουλεται CTβούληται.  5 Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστί, καὶ * μεγαλαυχει ¦ μεγαλα αυχει CTμεγαλαυχεῖ. 
Ἰδού, † ολιγον ¦ ηλικον CTὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει.  6 Καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ‡ ουτως ¦ — CTοὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.  7 Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ·  8 τὴν δὲ γλῶσσαν οὐδεὶς § δυναται ανθρωπων δαμασαι 84.2% ¦ δαμασαι δυναται ανθρωπων CT 1%δύναται ἀνθρώπων δαμάσαι· * ακατασχετον 97.4% ¦ ακαταστατον CT 2.6%ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.  9 Ἐν αὐτῇ εὐλογοῦμεν τὸν † θεον ¦ κυριον CTΘεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας·  10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι.  11 Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;  12 Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα; ‡ ουτως ουδεμια πηγη αλυκον και ¦ ουτε αλυκον CTΟὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ. 
 13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; Δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πρᾳΰτητι σοφίας.  14 Εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ § εριθειαν ¦ εριθιαν WHἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.  15 Οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, * αλλ ¦ αλλα NA27 SBL TH WHἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης.  16 Ὅπου γὰρ ζῆλος καὶ † εριθεια ¦ εριθια WHἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.  17 Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος ‡ και ¦ — CTκαὶ ἀνυπόκριτος.  18 Καρπὸς δὲ § της ¦ — CT PCKτῆς δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. 
*3:1 ληψομεθα ¦ λημψομεθα CT
†3:2 δυνατος ¦ δυναμενος PCK
‡3:3 ιδε ¦ ιδου TR ¦ ει δε CT
§3:3 προς 95.5% ¦ εις CT 2.4%
*3:4 σκληρων ανεμων ¦ ανεμων σκληρων ECM* NA PCK SBL TH WH
†3:4 αν ¦ — CT
‡3:4 ευθυνοντος ¦ ιθυνοντος PCK
§3:4 βουληται ¦ βουλεται CT
*3:5 μεγαλαυχει ¦ μεγαλα αυχει CT
†3:5 ολιγον ¦ ηλικον CT
‡3:6 ουτως ¦ — CT
§3:8 δυναται ανθρωπων δαμασαι 84.2% ¦ δαμασαι δυναται ανθρωπων CT 1%
*3:8 ακατασχετον 97.4% ¦ ακαταστατον CT 2.6%
†3:9 θεον ¦ κυριον CT
‡3:12 ουτως ουδεμια πηγη αλυκον και ¦ ουτε αλυκον CT
§3:14 εριθειαν ¦ εριθιαν WH
*3:15 αλλ ¦ αλλα NA27 SBL TH WH
†3:16 εριθεια ¦ εριθια WH
‡3:17 και ¦ — CT
§3:18 της ¦ — CT PCK