3
 1 Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.  2 Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι,  3 ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι,  4 προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι,  5 ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου.  6 Ἐκ τούτων γάρ εἰσιν οἱ * ενδυνοντες ¦ ενδυοντες PCKἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ † αιχμαλωτευοντες ¦ αιχμαλωτιζοντες ANT CT PCKαἰχμαλωτεύοντες ‡ γυναικαρια ¦ τα γυναικαρια TRγυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις,  7 πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.  8 Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν § μωυση ¦ μωυσει ANT CT HF TRΜωϋσῇ, οὕτω καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν.  9 Ἀλλ᾽ οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο. 
 10 Σὺ δὲ * παρηκολουθηκας ¦ παρηκολουθησας CTπαρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ,  11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι † εγενετο ¦ εγενοντο ANTἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ‡ ερρυσατο ¦ ερυσατο WHἐρρύσατο ὁ Κύριος.  12 Καὶ πάντες δὲ οἱ θέλοντες § ευσεβως ζην ¦ ζην ευσεβως SBL TH WHεὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται.  13 Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.  14 Σὺ δὲ μένε ἐν οἷς ἔμαθες * και ¦ και οις PCKκαὶ ἐπιστώθης, εἰδὼς παρὰ † τινος ¦ τινων CTτίνος ἔμαθες,  15 καὶ ὅτι ἀπὸ βρέφους ‡ τα ¦ — SBL WHτὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.  16 Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς § ελεγχον ¦ ελεγμον CTἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ·  17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. 
*3:6 ενδυνοντες ¦ ενδυοντες PCK
†3:6 αιχμαλωτευοντες ¦ αιχμαλωτιζοντες ANT CT PCK
‡3:6 γυναικαρια ¦ τα γυναικαρια TR
§3:8 μωυση ¦ μωυσει ANT CT HF TR
*3:10 παρηκολουθηκας ¦ παρηκολουθησας CT
†3:11 εγενετο ¦ εγενοντο ANT
‡3:11 ερρυσατο ¦ ερυσατο WH
§3:12 ευσεβως ζην ¦ ζην ευσεβως SBL TH WH
*3:14 και ¦ και οις PCK
†3:14 τινος ¦ τινων CT
‡3:15 τα ¦ — SBL WH
§3:16 ελεγχον ¦ ελεγμον CT