69
 1 Εἰς τὸ τέλος, τῷ Δαυὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον. 
 2 Ὁ Θεὸς εἰς τὴν βοήθειάν μου πρόσχες.  3 Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κατά·  4 Ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι, εὖγε, εὖγε.  5 Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διαπαντὸς, μεγαλυνθήτω ὁ Θεὸς, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου.  6 Ἐγὼ δὲ πτωχὸς καὶ πένης, ὁ Θεὸς βοήθησόν μοι· βοηθός μου, καὶ ῥύστης μου εἶ σὺ, Κύριε μὴ χρονίσῃς.